TLG 1364 001 :: EVANGELIUM AEGYPTIUM :: Evangelium Aegyptium

EVANGELIUM AEGYPTIUM Evangel. Apocryph.
(A.D. 2)

Evangelium Aegyptium

Source: Klostermann, E. (ed.), Apocrypha II. Evangelien, 2nd edn. [Kleine Texte 8] Bonn: Marcus & Weber, 1910: 12–13.

Citation: Fragment — (line)

1

Clem. Alex. Strom. III 9 64. Ὅθεν εἰκότως περὶ συντελείας μηνύ‐ σαντος τοῦ λόγου ἡ Σαλώμη φησί· Μέχρι τίνος οἱ ἄνθρωποι ἀποθανοῦνται; ... διὸ καὶ παρατετηρημένως ἀποκρίνεται ὁ κύριος·
5 Μέχρις ἂν τίκτωσιν αἱ γυναῖκες. ... τί δὲ οὐχὶ καὶ τὰ ἑξῆς τῶν πρὸς Σαλώμην εἰρημένων ἐπιφέρουσιν οἱ πάντα μᾶλλον ἢ τῷ κατὰ τὴν ἀλήθειαν εὐαγγελικῷ στοιχήσαντες κανόνι· φαμένης γὰρ αὐτῆς· Καλῶς οὖν ἐποίησα μὴ τεκοῦσα,
10ὡς οὐ δεόντως τῆς γενέσεως παραλαμβανομένης ἀμείβεται λέγων ὁ κύριος· Πᾶσαν φάγε βοτάνην, τὴν δὲ πικρίαν ἔχουσαν μὴ φάγῃς.

2

Clem. Alex. Strom. III 13 92. Διὰ τοῦτό τοι ὁ Κασσιανός φησι· πυνθα‐
νομένης τῆς Σαλώμης, πότε γνωσθήσεται τὰ περὶ ὧν ἤρετο, ἔφη ὁ κύριος· Ὅταν τὸ τῆς αἰσχύνης ἔνδυμα πατήσητε καὶ ὅταν γέ‐ νηται τὰ δύο ἓν καὶ τὸ ἄρρεν μετὰ τῆς θηλείας οὔτε ἄρρεν12
5 οὔτε θῆλυ. πρῶτον μὲν οὖν ἐν τοῖς παραδεδομένοις ἡμῖν τέτταρσιν εὐαγγελίοις οὐκ ἔχομεν τὸ ῥητόν, ἀλλ’ ἐν τῷ κατ’ Αἰγυπτίους κτλ.

3

Clem. Alex. Strom. III 9 63. Οἱ δὲ ἀντιτασσόμενοι τῇ κτίσει τοῦ θεοῦ διὰ τῆς εὐφήμου ἐγκρατείας κἀκεῖνα λέγουσι τὰ πρὸς Σαλώμην εἰρημένα, ὧν πρότερον ἐμνήσθημεν—φέρεται δέ, οἶμαι, ἐν τῷ κατ’ Αἰγυπτίους εὐαγγελίῳ—φασὶ γὰρ ὅτι αὐτὸς εἶπεν ὁ σωτήρ·
5Ἦλθον καταλῦσαι τὰ ἔργα τῆς θηλείας·
θηλείας μὲν τῆς ἐπιθυμίας, ἔργα δὲ γένεσιν καὶ φθοράν.13